TLG 2548 002 :: PROMATHION :: Fragmentum

PROMATHION Hist.
(3 B.C.?)

Fragmentum

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 203.

Citation: Fragment — (line)

t1

ΙΣΤΟΡΙΑ ΙΤΑΛΙΚΗ.

1

Plutarch. Rom. c. 27: Οἱ δὲ μυθώδη παντάπασι περὶ τῆς γενέσεως διεξίασι. Ταρχετίῳ γὰρ Ἀλβανῶν βασιλεῖ παρανομωτάτῳ καὶ ὠμοτάτῳ φάσμα δαιμόνιον οἴκοι γενέσθαι· φαλλὸν γὰρ ἐκ τῆς ἑστίας ἀνασχεῖν,
5καὶ διαμένειν ἐπὶ πολλὰς ἡμέρας· εἶναι δὲ Τηθύος ἐν Τυρρηνίᾳ χρηστήριον, ἀφ’ οὗ κομισθῆναι τῷ Ταρχετίῳ χρησμὸν, ὥστε συμμῖξαι τῷ φάσματι παρθένον· ἔσε‐ σθαι γὰρ ἐξ αὐτῆς παῖδα κλεινότατον, ἀρετῇ καὶ τύχῃ καὶ ῥώμῃ διαφέροντα. Φράσαντος οὖν τὸ μάντευμα τοῦ
10Ταρχετίου μιᾷ τῶν θυγατέρων, καὶ συγγενέσθαι τῷ φαλλῷ προστάξαντος, αὐτὴν μὲν ἀπαξιῶσαι, θεράπαι‐ ναν δὲ εἰσπέμψαι. Τὸν δὲ Ταρχέτιον, ὡς ἔγνω, χα‐ λεπῶς φέροντα, συλλαβεῖν μὲν ἀμφοτέρας ἐπὶ θανάτῳ· τὴν δ’ Ἑστίαν ἰδόντα κατὰ τοὺς ὕπνους ἀπαγορεύου‐
15σαν αὐτῷ τὸν φόνον, ἱστόν τινα παρεγγυῆσαι ταῖς κό‐ ραις ὑφαίνειν δεδεμέναις, ὡς ὅταν ἐξυφήνωσι, τότε δοθησομένας πρὸς γάμον. Ἐκείνας μὲν οὖν δι’ ἡμέ‐ ρας ὑφαίνειν, ἑτέρας δὲ νύκτωρ, τοῦ Ταρχετίου κε‐ λεύοντος, ἀναλύειν τὸν ἱστόν. Ἐκ δὲ τοῦ φαλλοῦ τῆς
20θεραπαινίδος τεκούσης δίδυμα, δοῦναι τινὶ Τερατίῳ τὸν Ταρχέτιον ἀνελεῖν κελεύσαντα. Τὸν δὲ θεῖναι φέροντα τοῦ ποταμοῦ πλησίον· εἶτα λύκαιναν μὲν ἐπι‐ φοιτᾶν μαστὸν διδοῦσαν, ὄρνιθας δὲ παντοδαποὺς, ψωμίσματα κομίζοντας, ἐντιθέναι τοῖς βρέφεσιν· ἄχρις
25οὗ βουκόλον ἰδόντα καὶ θαυμάσαντα, τολμῆσαι προσ‐ ελθεῖν, καὶ ἀνελέσθαι τὰ παιδία. Τοιαύτης δὲ τῆς σω‐ τηρίας αὐτοῖς γενομένης, ἐκτραφέντας ἐπιθέσθαι τῷ Ταρχετίῳ καὶ κρατῆσαι. Ταῦτα μὲν οὖν Προμαθίων
τις ἱστορίαν Ἰταλικὴν συντεταγμένος εἴρηκε.203